Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 162

[162] ἐμφέρονται δὲ καὶ ἄλλοι νόμοι πάνυ καλῶς τεθέντες, εἰς ἡμερότητα καὶ κοινωνίαν ἀτυφίαν τε καὶ ἰσότητα προκαλούμενοι· τούτων οἱ μέν [52] εἰσι περὶ τοῦ λεγομένου ἑβδοματικοῦ, καθ’ ὃ διείρηται πᾶσαι ἀργὴν [M.207] τὴν χώραν ἐᾶν μήτε σπείροντας μήτε ἀροῦντας μήτε δένδρα διακαθαίροντας ἢ τέμνοντας ἢ ὅσ’ ἄλλα τῶν κατὰ γεωργίαν ἐπιτελοῦντας·