[161] ἑβδομάδι δὲ τὰς μεγίστας καὶ πολυημέρους ἑορτὰς προσένειμε κτὰ τὰς τοῦ ἔτους ἰσημηρίας, ἐαρινὴν καὶ μετοπωρινήν, δύο δυσὶν ἀναθείς, ἑκατέραν ἐφ’ ἡμέρας ἑπτά, τὴν μὲν κατὰ τὸ ἔαρ ἐπὶ τελειώσει τῶν σπειρομένων, τὴν δὲ μετοπωρινὴν ἐπὶ συγκομιδῇ καρπῶν ἀπάντων, οὓς καὶ τὰ δένδρα ἤνεγκεν· ἑπτὰ δ’ ἡμέραι ἀπενεμήθησαν εἰκότως ἑπτὰ μησὶ τῆς ἰσημερίας ἑκατέρας, ἵνα μὴν ἕκαστος λαμβάνῃ γέρας ἐξαίρετον μίαν ἱερὰν ἡμέραν ἑορτώδη πρὸς εὐθυμίαν καὶ ἀπόλαυσιν ἐκεχειρίας.