[152] οὐ διὰ τοῦτον συγγένειαι μὲν ἀλλοτριοῦνται τὴν φυσικὴν εὔνοιαν [50] μεθαρμοζόμεναι πρὸς ἀνήκεστον ἔχθραν, χῶραι δὲ μεγάλαι καὶ πολυάνθρωποι στάσεσιν ἐμφυλίοις ἐρημοῦνται, γῆ δὲ καὶ θάλαττα πληροῦται τῶν καινουργουμένων αἰεὶ συμφορῶν ναυμαχίαις καὶ πεζαῖς στρατιαῖς;