[151] εὔηθες ἴσως μακρηγορεῖν ἐστι περὶ τῶν οὕτως ἐμφανῶν, ἃ τίς ἀνὴρ ἢ πόλις ἀγνοεῖ καθ’ ἑκάστην οὐχ ἡμέραν μόνον ἀλλὰ καὶ ὥραν ὡς ἔπος εἰπεῖν ἔλεγχον ἐναργῆ παριστάντα; χρημάτων ἔρως ἢ γυναικὸς ἢ δόξης ἤ τινος ἄλλου τῶν ἡδονὴν ἀπεργαζομένων ἀρά γε μικρῶν καὶ τῶν τυχόντων αἴτιος γίνεται κακῶν;