Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 147

[147] ὅμοιον δέ τι καὶ περὶ τὰς αἰσθήσεις ἔοικε συμβαίνειν· ὀφθαλμοί τε γὰρ πολλάκις ὁρατοῦ τινος πάνυ μακρὰν [48] [49] ἀφεστῶτος εἰς κατάληψιν ἐλθεῖν ἐπειγόμενοι τείνοντες αὑτούς, εὖ μάλα καὶ πλέον τῆς δυνάμεως ἐνεχθέντες, ὤλισθον κατὰ κενοῦ περὶ τὴν ἀκριβῆ τοῦ ὑποκειμένου γνῶσιν σφαλέντες καὶ προσέτι τὴν ὄψιν τῷ βιαίῳ καὶ συντόνῳ τῆς ἀτενοῦς προσβολῆς ἀσθενήσαντες ἀμαυροῦνται.