[146] ἐπειδὰν δὲ λαβών τις ἔννοιαν ἀγαθοῦ μὴ παρόντος ὀρέγηται τυχεῖν αὐτοῦ, πρὸς μήκιστον τὴν ψυχὴν ἐλαύνων καὶ ἐπὶ πλεῖστον ἐκτείνων, ψαῦσαι τοῦ ποθουμένου γλιχόμενος, ὥσπερ ἐπὶ τροχοῦ κατατείνεται, σπεύδων μὲν συλλαβεῖν, ἐφικνεῖσθαι δ’ ἀδυνατῶν καὶ ταὐτὸν πεπονθὼς τοῖς τοὺς ἐξαναχωροῦντα διώκουσιν ἐλάττονι μὲν τάχει προθυμίᾳ δ’ ἀνανταγωνίστῳ.