Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 129

[129] καὶ ὁ μὲν μοιχὸς ἐφυβρίσας καὶ ἐναπερυγὼν τὸ πάθος, ἐπίληπτον σπορὰν σπείρας, ὅταν ἀποπλησθῇ τῆς ἐπιθυμίας, οἰχήσεται καταλιπών, γέλωτα θέμενος τὴν τοῦ παρανομηθέντος ἄγνοιαν· ὁ δ’ οἷα τυφλὸς μηδὲν τῶν ὑποικουρημένων ἐπιστάμενος ὡς οἰκειότατα ἔκγονα τὰ ἐκ τῶν πολεμιωτάτων θεραπεύειν ἀναγκασθήσεται.