Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 128

[128] παγχάλεπόν γε μὴν [M.202] καὶ ὁ τῶν τέκνων [40] [41] ἐπαμφοτερισμός· μὴ γὰρ ἁγνευούσης γυναικός, ἀμφίδοξον καὶ ἄδηλον, τὰ ἀποκυόμενα τίνος ἐστὶ τῇ ἀληθείᾳ πατρός· εἶτα λανθάνοντος τοῦ πράγματος, οἱ μοιχίδιοι τὴν τῶν γνησίων παρασπασάμενοι τάξιν ἀλλοτρίαν γενεὰν νοθεύουσι καὶ κλῆρον ὅσον τῷ δοκεῖν πατρῷον οὐδὲν προσήκοντα διαδέξονται.