Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 117

[117] καὶ οἱ μὲν ἀξίω τῆς ἡλικίας ἠρεμοῦντες ἐν ἀφθονίᾳ διατελοῦσι τῇ πάσῃ τρυφῶντες, οἱ δὲ τὰς εἰς τὸν πορισμὸν κακοπαθείας ἐπελαφριζόμενοι τῷ εὐσεβεῖν καὶ τῷ προσδοκᾶν ἐν γήρᾳ τὰ αὐτὰ πείσεσθαι [36] [37] ὑπὸ τῶν ἐκγόνων ἀναγκαῖον ὄφλημα ἀντεκτίνουσιν, ἐν καιρῷ καὶ λαβόντες αὐτὸ καὶ ἀνταποδιδόντες, ὅτ’ οὐδέτεροι τρέφειν αὑτοὺς δύνανται, παῖδες μὲν ἐν ἀρχῇ τῆς γενέσεως, γονεῖς δ’ ἐπὶ τελευτῇ τοῦ βίου· ὅθεν αὐτοδιδάκτῳ τῇ φύσει νεοττοτροφηθέντες γηροτροφοῦσι χαίροντες.