Pular para o conteúdo

De decalogo

Philo of Alexandria · Parte 116

[116] τῶν πελαργῶν οἱ μὲν γηραιοὶ καταμένουσιν ἐν ταῖς νεοττιαῖς ἀδυνατοῦντες ἵπτασθαι οἱ δὲ τούτων παῖδες ὀλίγου δέω φάναι γῆν καὶ θάλατταν ἐπιποτώμενοι πανταχόθεν ἐκπορίζουσι τοῖς γονεῦσι τὰ ἐπιτήδεια·