Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 95

[95] [cap.18] ἀλλὰ γὰρ οὐκ ἀπὸ ζῴων [M.533] μόνον ἀπάρχεσθαι δεκάτας, ἀλλὰ καὶ ἀπὸ τῶν ὅσα ἐκ γῆς βλαστάνει διείρηται. „πᾶσα” γάρ φησι „δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος καὶ τοῦ καρποῦ τοῦ ξυλίνου ἐστὶν ἅγιον τῷ κυρίῳ· καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων, καὶ πᾶν ὃ ἂν διέλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ“ (Lev. 27,30.32).