[94] καὶ παντὸς μέντοι τοῦ ἐλθόντος „ὑπὸ τὴν ῥάβδον,“ λέγω δὲ τὴν παιδείαν, ἡμέρου καὶ τιθασοῦ θρέμματος τὸ δέκατον ἀποκρίνεται, νόμου προστάξει γινόμενον „ἅγιον” (Lev. 27,32), ἵν’ ἐκ πολλῶν διδασκώμεθα τὴν δεκάδος πρὸς θεὸν οἰκειότητα καὶ τὴν τοῦ ἐννέα ἀριθμοῦ πρὸς τὸ θνητὸν ἡμῶν γένος.