Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 7

[7] καλὸν οὖν εὔχεσθαι τὴν ἀρετὴν μὴ μόνον τίκτειν, ἣ καὶ δίχα εὐχῆς εὐτοκεῖ, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς τίκτειν, ἵνα τῶν σπερμάτων καὶ γεννημάτων αὐτῆς μεταλαγχάνοντες εὐδαιμονῶμεν. εἴωθε γὰρ θεῷ μόνῳ τίκτειν, τὰς ἀπαρχὰς ὧν ἔτυχεν ἀγαθῶν εὐχαρίστως ἀποδιδοῦσα τῷ τὴν ἀειπάρθενον μήτραν, ὥς φησι Μωυσῆς, ἀνοίξαντι (Gen. 29, 31).