Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 6

[6] Σάρα οὖν, ἡ ἄρχουσά μου τῆς ψυχῆς ἀρετή, ἔτικτε μέν, ἐμοὶ δ’ οὐκ ἔτικτε· οὐ γὰρ ἠδυνάμην πω νέος ὢν τὰ γεννήματα αὐτῆς παραδέχεσθαι, τὸ φρονεῖν, τὸ δικαιοπραγεῖν, τὸ εὐσεβεῖν, διὰ τὸ πλῆθος τῶν νόθων παίδων, οὓς ἀπεκύησάν μοι αἱ κεναὶ δόξαι. τροφαὶ γὰρ αἱ τούτων καὶ συνεχεῖς ἐπιμέλειαι καὶ φροντίδες ἄληκτοι τῶν γνησίων καὶ ὡς ἀληθῶς ἀστῶν ὀλιγωρεῖν ἠνάγκασαν.