Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 69

[69] οὐκ ἀπὸ σκοποῦ δὲ πρόσκειται τὸ „τῆς φωνῆς“, ἀλλὰ μὴ τῆς φωνούσης Σάρρας ὑπακοῦσαι. ἴδιον γὰρ τοῦ μανθάνοντος φωνῆς καὶ λόγων ἀκροᾶσθαι, διδάσκεται γὰρ τούτοις μόνοις· ὁ δὲ ἀσκήσει τὸ καλὸν ἀλλὰ μὴ διδασκαλίᾳ κτώμενος οὐ τοῖς [21] λεγομένοις ἀλλὰ τοῖς λέγουσι προσέχει, μιμούμενος τὸν ἐκείνων βίον ἐν ταῖς κατὰ μέρος ἀνεπιλήπτοις πράξεσι.