[68] μόλις οὖν ἔστιν εὑρεῖν προσεκτικὸν καὶ μνημονικόν, τὸ πράττειν τοῦ λέγειν προτιμῶντα, ἃ δὴ μαρτυρεῖται τῷ φιλομαθεῖ διὰ τοῦ "ὑπήκουσε τῆς φωνῆς Σάρρας." οὐ γὰρ ἀκούων ἀλλ’ ὑπακούων εἰσάγεται· τὸ δέ ἐστι τοῦ συναινεῖν καὶ πειθαρχεῖν εὐθυβολώτατον ὄνομα.