Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 33

[33] χρῄζει δὲ ὁ ἀσκητὴς Βάλλας μέν, καταπόσεως, ἀλλὰ ὡς δούλης καὶ παλλακίδος — ἄνευ γὰρ τροφῆς καὶ ζωῆς οὐδ’ ἂν τὸ εὖ ζῆν περιγένοιτο, ἐπειδὴ τὰ μέσα τῶν ἀμεινόνων ἀεὶ θεμέλιοι —, χρῄζει δὲ καὶ Ζέλφας, διεξοδικῆς [11] ἑρμηνείας, ἵνα τὸ λογικὸν αὐτῷ διχόθεν συνερανίζηται πρὸς τελείωσιν, ἔκ τε τῆς κατὰ διάνοιαν πηγῆς καὶ ἐκ τῆς περὶ τὸ φωνητήριον ὄργανον ἀπορροῆς.