[32] διττοὶ μὲν γὰρ ὠφελείας τρόποι, ἢ κατὰ ἀπόλαυσιν ἀγαθῶν ὡς ἐν εἰρήνῃ ἢ κατὰ ἀντίταξιν καὶ ὑφαίρεσιν κακῶν ὡς ἐν [M.524] πολέμῳ. Λεία μὲν οὖν ἐστι, καθ’ ἣν συμβαίνει τὰ πρεσβύτερα καὶ ἡγεμονεύοντα ἀγαθὰ καρποῦσθαι, Ῥαχὴλ δέ, καθ’ ἣν τὰ ὡς ἂν ἐκ πολέμου λάφυρα. τοιαύτη μὲν ἡ πρὸς τὰς ἀστὰς συμβίωσις.