[145] τί οὖν θαυμαστόν, εἰ ἡ τὰ ὅλα καθορῶσα θεᾶται καὶ τὰ μέρη, καὶ ἄμεινον ἐκείνων, ἅτε ὀφθαλμοῖς μείζοσι καὶ ὀξυδερκεστέροις ἐνομματωθεῖσα; εἰκότως οὖν ἡ κυρία φιλοσοφία τὴν μέσην παιδείαν, τὴν θεραπαινίδα αὐτῆς, ἐγκύμονα θεάσεται μᾶλλον ἢ ἑαυτὴν ἐκείνη.