Pular para o conteúdo

De congressu eruditionis gratia

Philo of Alexandria · Parte 144

[144] ὃ γὰρ νοῦς πρὸς αἴσθησιν, τοῦτ’ ἐπιστήμη πρὸς τέχνην ἐστί· καθάπερ γὰρ αἴσθησίς τις αἰσθήσεων, ὡς ἐλέχθη πρότερον, ἐστὶν ἡ ψυχή * ἐκείνων μὲν οὖν ἑκάστη μικρὰ ἄττα τῶν ἐν τῇ φύσει παρεσπάσατο, περὶ ἃ πονεῖται καὶ πραγματεύεται, γραμμὰς μὲν γεωμετρία, φθόγγους δὲ μουσική, φιλοσοφία δὲ πᾶσαν τὴν τῶν ὄντων φύσιν· ὕλη γάρ ἐστιν αὐτῆς ὅδε ὁ κόσμος καὶ πᾶσα ἡ τῶν ὄντων ὁρατή τε καὶ ἀόρατος οὐσία.