Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 90

[90] ῥᾳδίως γὰρ οὕτως ἔμελλε τὰ κατασκευαζόμενα τελειοῦσθαι. τοῦτ’ ἀπομιμούμενοι τὸ ἔργον οἱ μοχθηροὶ τὰς φύσεις, ὅταν τὰς ἀλόγους καὶ πλεοναζούσας τῶν παθῶν ὁρμὰς ταῖς ἀργαλεωτάταις κακίαις ἀνακεράσωνται, τέμνουσι τὸ κραθὲν εἰς εἴδη καὶ διαπλάττουσι καὶ σχηματίζουσιν οἱ βαρυδαίμονες, δι’ ὧν ὁ τῆς ψυχῆς ἐπιτειχισμὸς μετέωρος ἀρθήσεται, τὴν αἴσθησιν εἰς ὅρασιν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν ὄσφρησίν τε καὶ ἁφήν, τὸ δὲ πάθος εἰς ἡδονὴν καὶ ἐπιθυμίαν φόβον τε καὶ λύπην, τό τε κακιῶν γένος εἰς ἀφροσύνην, ἀκολασίαν, δειλίαν, ἀδικίαν καὶ ὅσα ἄλλα