Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 89

[89] ἐπειδὰν γάρ τις τὴν ὕδατος καὶ γῆς τὴν μὲν ὑγράν, τὴν δ’ αὖ στερεὰν οὐσίαν, διαλυομένας καὶ φθειρομένας, ἀνακερασάμενος τρίτον μεθόριον ἀμφοῖν ἀπεργάσηται, ὃ καλεῖται πηλός, τέμνων κατὰ μοίρας τοῦτον οὐ παύεται σχήματα περιτιθεὶς ἑκάστῳ τῶν τμημάτων τὰ οἰκεῖα, ὅπως εὐπαγέστερά τε καὶ εὐφορώτερα γένηται·