Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 43

[43] οἱ δὲ ἑνὶ γένει χαίροντες καὶ ἕνα πατέρα τὸν ὀρθὸν τιμῶντες λόγον, τὴν εὐάρμοστον καὶ πάμμουσον συμφωνίαν ἀρετῶν τεθαυμακότες, εὔδιον καὶ γαληνὸν βίον ζῶσιν, οὐ μὴν ἀργὸν καὶ ἀγενῆ τινα, ὡς ἔνιοι νομίζουσιν, ἀλλὰ σφόδρα ἀνδρεῖον καὶ λίαν ἠκονημένον κατὰ τῶν σπονδὰς λύειν ἐπιχειρούντων καὶ σύγχυσιν ὁρκίων αἰεὶ μελετώντων· τοὺς γὰρ εἰρηναίους φύσει πολεμικοὺς εἶναι συμβέβηκεν ἀντικαθημένους καὶ ἀνθεστῶτας τοῖς τὸ εὐσταθὲς τῆς ψυχῆς ἀνατρέπουσι.