[42] οἱ μὲν γὰρ πολλὰς ἀρχὰς τοῦ κατὰ ψυχὴν γένους συστησάμενοι, τῷ πολυθέῳ λεγομένῳ κακῷ προσνείμαντες ἑαυτούς, ἄλλοι πρὸς ἄλλων τιμὰς τραπόμενοι ταραχὰς καὶ στάσεις ἐμφυλίους τε καὶ ξενικὰς ἐδημιούργησαν τὸν ἀπ’ ἀρχῆς γενέσεως ἄχρι τελευτῆς βίον πολέμων ἀκηρύκτων καταπλήσαντες.