Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 27

[27] ἢ οὐχ ὁρᾷς τοὺς ἐστειρωμένους σοφίαν καὶ τυφλοὺς διάνοιαν, ἣν ὀξυδερκεῖν εἰκὸς ἦν, Σοδομίτας κατὰ γλῶτταν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου πάνθ’ ὁμοῦ τὸν λεὼν ἐν κύκλῳ τὴν οἰκίαν τῆς ψυχῆς περιθέοντας, ἵνα τοὺς ξενωθέντας ἱεροὺς καὶ ὁσίους λόγους αὐτῇ, φρουροὺς καὶ φύλακας ὄντας, αἰσχύνωσι καὶ διαφθείρωσι, καὶ μηδένα τὸ παράπαν μήτε τοῖς ἀδικοῦσιν ἐναντιοῦσθαι μήτε τοῦ τι ποιεῖν ἄδικον ἀποδιδράσκειν ἐγνωκότα;