Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 26

[26] [cap.8] οὗτοί εἰσιν οἱ ἐπὶ τῆς ἁλμυρᾶς φάραγγος ὁμαιχμίαν πρὸς ἀλλήλους θέμενοι. κοῖλον γὰρ καὶ τραχὺ καὶ φαραγγῶδες τὸ κακιῶν ⟨καὶ⟩ παθῶν χωρίον, ἁλμυρὸν τῷ ὄντι καὶ πικρὰς φέρον [7] ὠδῖνας, ὧν ὁ σοφὸς Ἀβραὰμ τὸ ἐνώμοτον καὶ ἔνσπονδον οὔθ’ ὅρκων οὔτε σπονδῶν ἐπάξιον εἰδὼς καθαιρεῖ· λέγεται γὰρ ὅτι „πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν„ (Gen. 14, 3).