Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 174

[174] ἔστι δὲ καὶ κατὰ τὸν ἀέρα ψυχῶν ἀσωμάτων ἱερώτατος χορὸς ὀπαδὸς τῶν οὐρανίων· ἀγγέλους τὰς ψυχὰς ταύτας εἴωθε καλεῖν ὁ θεσπιῳδὸς λόγος· πάντ’ οὖν τὸν στρατὸν ἑκάστων ἐν ταῖς ἁρμοττούσαις διακεκοσμημένον τάξεσιν ὑπηρέτην καὶ θεραπευτὴν εἶναι συμβέβηκε τοῦ διακοσμήσαντος ἡγεμόνος, ᾧ ταξιαρχοῦντι κατὰ δίκην καὶ θεσμὸν ἕπεται· λιποταξίου γὰρ οὐ θέμις ἁλῶναί ποτε [43] [44] τὸ θεῖον στράτευμα.