[173] καταπλαγέντες οὖν τινες τὴν ἑκατέρου τῶν κόσμων φύσιν οὐ μόνον ὅλους ἐξεθείωσαν, ἀλλὰ καὶ τὰ κάλλιστα τῶν ἐν αὐτοῖς μερῶν, ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν, ἅπερ οὐδὲν αἰδεσθέντες θεοὺς ἐκάλεσαν. ὧν τὴν ἀπόνοιαν κατιδὼν Μωυσῆς φησι· „κύριε, κύριε, βασιλεῦ τῶν θεῶν“ (Deut. 10, 17) ⟨εἰς⟩ ἔνδειξιν τῆς παρ’ ὑπηκόους ἄρχοντος διαφορᾶς.