Pular para o conteúdo

De confusione linguarum

Philo of Alexandria · Parte 154

[154] διὸ καὶ λέγεται τοῦτο· „ἤρξαντο ποιῆσαι“· κορεσθέντες ⟨γὰρ⟩ οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’ ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις συμφορὰς ἀνηκέστους.