[153] ἀσέβειαν δὲ θερίσαντες. ὄφελος δὲ τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα, τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε.