[80] τὸ μὲν ὃ συμβέβηκε πληγῶν ἄξια ἠδικηκότι οἰκέτῃ ἢ ἐλευθέρῳ διὰ ῥᾳδιουργίαν ἐπὶ τροχοῦ κατατεινομένῳ ἤ τινι τῶν ἀψύχων — τύπτονται γὰρ λίθοι καὶ ξύλα καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσαι ἐν χαλκοτυπείῳ ἐλαυνόμεναι ὗλαι ἢ [24] διαιρούμεναι —, τὸ δὲ ⟨ὃ⟩ συμβέβηκεν ἀθλητῇ πυγμὴν ἢ παγκράτιον περὶ νίκης καὶ στεφάνων ἀγωνιζομένῳ·