Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 79

[79] ὥσπερ γὰρ τὸ κείρεσθαι διττόν, τὸ μὲν ὡς ἀντιπεπονθὸς κατὰ ἀντέρεισιν, τὸ δὲ ὡς ὑπεῖκον καθ’ ὑπόπτωσιν — πρόβατον μὲν γὰρ ἢ δέρμα ἢ τὸ λεγόμενον κῴδιον οὐδὲν ἐνεργοῦν ἐξ αὑτοῦ πάσχον δὲ μόνον ὑφ’ ἑτέρου κείρεται, ὁ δ’ ἄνθρωπος συνδρῶν καὶ σχηματίζων καὶ ἐπιτήδειον παρέχων ἑαυτόν, ἀνακιρνὰς τῷ πάσχειν τὸ ποιεῖν —, οὕτως καὶ τὸ τύπτεσθαι·