[69] τοὺς υἱοὺς — υἱοὶ δέ εἰσιν οἱ κατὰ μέρος τῆς ψυχῆς λογισμοί — φάσκων εἶναι σαυτοῦ σωφρονεῖς ἢ μέμηνας τοιαῦτα δοξάζων; αἱ γὰρ μελαγχολίαι σου καὶ παράνοιαι καὶ φρενῶν ἐκστάσεις καὶ εἰκασίαι ἀβέβαιοι καὶ φαντασίαι πραγμάτων ψευδεῖς καὶ κενοί τινες ἐννοημάτων ὀνείροις ἐοικότες ⟨λογισμοὶ⟩ ἑλκυσμοὺς καὶ σπασμοὺς ἐνδιδόντες ἐξ ἑαυτῶν καὶ ἡ σύντροφος ψυχῆς νόσος λήθη καὶ ἄλλα τῶν εἰρημένων πλείω τὸ ἐχυρόν σου τῆς δεσποτείας ἀφαιρεῖται καὶ ἐπιδείκνυται ταῦτα ἑτέρου τινός, οὐχὶ σά, κτήματα.