[68] τὰς θυγατέρας, εἰπέ μοι, — τέχναι δέ εἰσι καὶ ἐπιστῆμαι ψυχῆς — θυγατέρας σαυτοῦ λέγεις εἶναι; τίνα τρόπον; οὐ πρῶτον μὲν παρὰ τοῦ διδάξαντος αὐτὰς νοῦ παραλαβὼν ἔχεις; εἶτα καὶ πέφυκας ἀποβάλλειν, ὥσπερ ἄλλ’ ἄττα, [21] καὶ ταύτας ἢ διὰ μέγεθος ἑτέρων φροντίδων ἐκλαθόμενος ἢ διὰ χαλεπὰς καὶ ἀνηκέστους ἀρρωστίας σώματος ἢ διὰ τὴν ὡρισμένην τοῖς πρεσβύταις ἀθεράπευτον νόσον γῆρας ἢ δι’ ἄλλα μυρία, ὧν ἀριθμὸν ἄπορον εὑρεῖν. τί δέ;