[59] ἐκεῖνος δὲ πάσας τὰς αἰσθητικὰς δυνάμεις περικεκομμένος, ἀδύνατος ὄντως, ἥμισυ ψυχῆς τελείας, ἐνδέων δυνάμεως, ᾗ καταλαμβάνεσθαι σώματα πέφυκε, τμῆμα καθ’ ἑαυτὸν [19] στερόμενον τοῦ συμφυοῦς οὐκ εὐτυχές, [οὐκ] ἄνευ βάκτρων τῶν αἰσθητικῶν ὀργάνων ἐτύγχανεν, οἷς ἱκανὸς ἦν σκηρίπτεσθαι κραδαινόμενος· παρ’ ἣν αἰτίαν καὶ πολὺ σκότος πάντων κατεκέχυτο τῶν σωμάτων, οὐδενὸς φανῆναι δυναμένου· ᾧ γὰρ γνωρίζεσθαι ἔμελλεν, αἴσθησις οὐκ ἦν.