[58] τεχνίτην ἑαυτόν. [cap.18] ἔπαθε δὲ τοῦτο οὐκ ἀλόγως· ἦν γάρ ποτε χρόνος, ὅτε νοῦς οὐ διελέγετο αἰσθήσει οὐδ’ εἶχεν αἴσθησιν, πάμπολυ διεστὼς τῶν συννόμων καὶ ἀγελαίων, ἐοικὼς τοῖς [M.150] μονοτρόποις καὶ μονωτικοῖς ζῴοις· τότε δὴ καθ’ ἑαυτὸν ἐξεταζόμενος σώματος οὐκ ἐφήπτετο, ἀθροῦν ⟨οὐκ⟩ ἔχων ὄργανον περὶ ἑαυτόν, ᾧ θηρεύσει τὸ ἐκτός, ἀλλ’ ἦν τυφλὸς καὶ ἀδύνατος, οὐχ ὃν οἱ πολλοὶ λέγουσιν, ὅταν πηρωθέντα τὰς ὄψεις θεάσωνται· μίαν γὰρ οὗτος αἴσθησιν ἀφαιρεθεὶς τῶν ἄλλων ἄγει πολλὴν περιουσίαν·