Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 13

[13] ἀνάγκη δέ, ὅταν ἀπὸ τῆς τοῦ θεοῦ φαντασίας ἐξέλθῃ διάνοια, ᾗ καλὸν καὶ συμφέρον ἦν ἐπερηρεῖσθαι, νεὼς αὐτίκα θαλαττευούσης τρόπον, ἀντιστατούντων βιαίων πνευμάτων, ὧδε κἀκεῖσε φέρεσθαι πατρίδα καὶ οἰκίαν λαχοῦσαν ⟨σάλον καὶ⟩ κλόνον, ἅπερ ἐναντιώτατά ἐστι βεβαιότητι ψυχῆς, ἣν περιποιεῖ χαρὰ συνώνυμος Ἐδέμ.