[12] τοῦ μὲν οὖν ἀντιτεταγμένου παράδειγμα τὸ ἐπὶ τοῦ Κάιν εἰρημένον, ὅτι „ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ“ (Gen. 4, 16)· ἑρμηνεύεται δὲ Ναὶδ μὲν [3] [4] σάλος, Ἐδὲμ δὲ τρυφή, τὸ μὲν κακίας κλονούσης ψυχὴν σύμβολον, τὸ δὲ [M.141] ἀρετῆς εὐπάθειαν αὐτῇ περιποιούσης καὶ τρυφήν, οὐχὶ τὴν δι’ ἀλόγου πάθους ἡδονῆς θρύψιν, ἀλλὰ τὴν μετὰ πολλῆς εὐμαρείας ἄπονον χαρὰν καὶ ἀταλαίπωρον.