Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 119

[119] γίνεται οὖν οὐ μόνον ἀληθὲς ἀλλὰ καὶ τῶν μάλιστα συντεινόντων εἰς παρηγορίαν τὸ τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ τοῦ γεννήσαντος ἔργα τε εἶναι καὶ κτήματα. τὸ δὲ ἔργον τὸ ἴδιον ὁ κεκτημένος δεδώρηται, ὅτι οὐ δεῖται· ὁ δὲ χρώμενος οὐχὶ κέκτηται, ὅτι κύριος εἷς ἁπάντων καὶ δεσπότης ἐστίν, ὃς ὀρθότατα ἐρεῖ· „ἐμὴ πᾶσά ἐστιν ἡ γῆ“ — ἴσον τῷ, τὸ γενητὸν ἅπαν ἐμόν —, „ὑμεῖς δὲ προσήλυτοι καὶ πάροικοι ἐναντίον ἐμοῦ“ (Lev. 25, 23).