Pular para o conteúdo

De cherubim

Philo of Alexandria · Parte 118

[118] χρῆσιν δὲ ἔχοντες ἐὰν μὲν γνῶμεν, ἐπιμελησόμεθα ὡς θεοῦ κτημάτων, προλαβόντες ὅτι τῷ δεσπότῃ νόμος ὅταν θέλῃ τὰ ἑαυτοῦ κομίζεσθαι· οὕτως γὰρ τὰς ἐπὶ ταῖς ἀφαιρέσεσιν ἀνίας ἐπικουφιοῦμεν· νυνὶ δὲ οἱ πολλοὶ νομίζοντες ἑαυτῶν πάντα κτήματα κατὰ τήν τινος ἀπουσίαν καὶ ἔνδειαν εὐθὺς περιπαθοῦσι.