[60] [cap.14] εἶτ’ οὐκ ἂν δόξαιεν ἐπὶ ποιμενικῇ τοσοῦτον αὐχεῖν, ὅσον οὐδὲ ἐπὶ τῷ τοσούτῳ κράτει τῆς ἀρχῆς ὁ προσομιλῶν αὐτοῖς βασιλεύς; οἵ γε οὐχ αὑτοῖς μόνοις τὴν προαίρεσιν τοῦ βίου τούτου μαρτυροῦσιν, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν, ὡς [17] [18] σπουδῆς καὶ ἐπιμελείας ἁπάσης [M.310] ἀξίου·