Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 59

[59] τὸ μὲν οὖν πρῶτον καίτοι τοῦ λεχθέντος οὐ καθ’ ἡδονὴν ἀκούσαντες ἐχεμυθήσουσι περιττὸν ἡγούμενοι τὸ μὴ μαθησομένοις διαφορὰν κτηνοτροφίας καὶ ποιμενικῆς ὑφηγεῖσθαι, αὖθις δὲ ὅταν ὁ περὶ τούτων ἀγὼν ἐνστῇ, διαγωνιοῦνται πάσῃ δυνάμει καί, πρὶν ἀνὰ κράτος ἑλεῖν, οὐκ ἀνήσουσι τὸ τῆς φύσεως ἐλεύθερόν τε καὶ εὐγενὲς καὶ ἡγεμονικὸν τῷ ὄντι ἐπιδειξάμενοι· πυνθανομένου γοῦν τοῦ βασιλέως „τί τὸ ἔργον ὑμῶν;“ ἀποκρίνονται· „ποιμένες ἐσμέν, καὶ οἱ πατέρες ἡμῶν“ (Gen. 47, 3).