Pular para o conteúdo

De agricultura

Philo of Alexandria · Parte 25

[25] καὶ γὰρ γῆν μεταλλεύουσι καὶ τὰ πελάγη διαβαίνουσι καὶ τἄλλα πάντα ὅσα εἰρήνης καὶ πολέμου ἔργα δρῶσιν, ὕλας ἀφθόνους ὡς βασιλίδι ἡδονῇ πορίζοντες, οἱ γεωργίας μὲν ἀμύητοι ψυχικῆς, ἣ σπείρουσα καὶ φυτεύουσα τὰς ἀρετὰς καρπὸν δρέπεται τὸν εὐδαίμονα βίον ἀπ’ αὐτῶν, ἐργασάμενοι δὲ καὶ μεθοδεύοντες τὰ φίλα τῇ σαρκὶ καὶ τὸν σύνθετον χοῦν, τὸν πεπλασμένον ἀνδριάντα, τὸν ψυχῆς ἔγγιστα οἶκον, ὃν ἀπὸ γενέσεως ἄχρι τελευτῆς, ἄχθος τοσοῦτον, οὐκ ἀποτίθεται νεκροφοροῦσα, μετὰ σπουδῆς τῆς πάσης οἰκειούμενοι.