[24] καθάπερ γὰρ οἱ ἁλιευόμενοι δίκτυα καθιᾶσιν ἔστιν ὅτε μήκιστα πολλὴν ἐν κύκλῳ περιβαλλόμενοι θάλατταν, ἵν’ ὡς πλείστους ἐντὸς ληφθέντας [7] ἀρκύων οἷα τειχήρεις γεγονότας ἰχθύας συλλάβωσι, τὸν αὐτὸν τρόπον ἡ πλείστη μοῖρα ἀνθρώπων οὐκ ἐπὶ μέρος θαλάττης μόνον, [M.304] ἀλλ’ ἐφ’ ἅπασαν τὴν ὕδατος καὶ γῆς καὶ ἀέρος φύσιν τὰ πάναγρα, ὡς οἱ ποιηταί πού φασι, λίνα τείνας’ ἅπαντα πανταχόθεν δι’ ἡδονῆς ἀπόλαυσίν τε καὶ χρῆσιν ἀγκιστρεύεται·