Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 88

[88] καὶ μὴν οὐδὲ φλόξ· ἅμμα γὰρ τροφῆς ἐστι, μηδενὸς δὲ καταλειφθέντος, ἀτροφήσασα αὐτίκα ἀποσβεσθήσεται. τούτοις ἕπεται τὸ μηδ’ αὐγὴν ἀποτελεῖσθαι· καθ’ ἑαυτὴν γὰρ ὑπόστασιν οὐκ ἔχει, ῥεῖ δὲ ἀπὸ τῶν προτέρων, ἄνθρακος καὶ φλογός, ἀφ’ οὗ μὲν ἐλάττων, πολλὴ δ’ ἀπὸ φλογός· χεῖται γὰρ ἐπὶ μήκιστον· ἐκείνων δ’, ὡς ἐδείχθη, κατὰ τὴν ἐκπύρωσιν οὐκ ὄντων, οὐδ’ ἂν αὐγὴ γένοιτο· καὶ γὰρ ἡ μεθημερινὴ πολλὴ καὶ βαθεῖα αὐγή, τὸν ὑπὸ γῆς ἡλίου δρόμον ἰόντος, εὐθὺς ἀφανίζεται νυκτὶ καὶ μάλιστα ἀσελήνῳ. [M.505] οὐ τοίνυν ἐκπυροῦται ὁ κόσμος, ἀλλ’ ἔστιν ἄφθαρτος· εἰ δ’ ἐκπυρωθήσεται, ἕτερος οὐκ ἂν γένοιτο.