[87] εἰ κατὰ τὴν ἐκπύρωσιν οὖν τὸν κόσμον ἀναλύεσθαι φαῖμεν, ἄνθραξ μὲν οὐκ ἂν γένοιτο, διότι παμπληθὲς ὑπολείψεται τοῦ γεώδους, ᾧ τὸ πῦρ ἐγκατειλῆφθαι συμβέβηκεν, ἀρέσκει δὲ μηδὲν τότε τῶν ἄλλων ὑφεστάναι [55] [56] σωμάτων, ἀλλὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα εἰς ἄκρατον πῦρ ἀναλελύσθαι.