[54] τάχα τις εὑρεσιλογῶν Στωικὸς ἐρεῖ, τὸν χρόνον ἀποδεδόσθαι διάστημα τῆς τοῦ κόσμου κινήσεως οὐχὶ τοῦ νυνὶ διακεκοσμημένου μόνον ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐκπύρωσιν ὑπονοουμένου. πρὸς ὃν λεκτέον· τὴν ἀκοσμίαν, ὦ γενναῖε, μετατιθεὶς τὰ ὀνόματα κόσμον καλεῖς· εἰ γὰρ οὗτος ὃν ὁρῶμεν [34] [35] ἐτύμως καὶ προσφυέστατα κόσμος κέκληται, διατεταγμένος καὶ διακεκοσμημένος ἀνεπανορθώτου τέχνης ἀκρότητι, τὴν πρὸς τὸ πῦρ αὐτοῦ μεταβολὴν δεόντως ἄν τις ἀκοσμίαν ὀνομάσαι.