Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 53

[53] πάντων δ’ ἀτοπώτατον ὑπονοεῖν, ὅτι ἦν ποτε κόσμος, ἡνίκα οὐκ ἦν χρόνος· ἄναρχος γὰρ καὶ ἀτελεύτητος ἡ τούτου φύσις, ἐπεὶ καὶ αὐτὰ ταῦτα, τὸ ἦν, τὸ ποτέ, τὸ ἡνίκα, χρόνον συνεμφαίνει. τούτῳ δ’ ἀκόλουθον τὸ μηδὲ χρόνον ὑποστῆναι καθ’ ἑαυτόν, ἡνίκα κόσμος οὐκ ἦν· τὸ γὰρ μὴ ὑπάρχον οὐδὲ κινεῖται· διάστημα δὲ κοσμικῆς κινήσεως ἐδείχθη ὁ χρόνος ὤν. ἀνάγκη τοίνυν ἑκάτερον ἐξ ἀιδίου ὑφεστάναι γενέσεως ἀρχὴν μὴ λαβόντα· τὰ δ’ ἀίδια φθορᾶς ἀνεπίδεκτα.