[3] Ἄξιον οὖν τοὺς ζητοῦντας εἰ ἄφθαρτος ὁ κόσμος, ἐπειδὴ καὶ „φθορὰ“ καὶ „κόσμος“ τῶν πολλαχῶς λεγομένων ἐστὶν ἑκάτερον, πρῶτον ἐρευνῆσαι περὶ τῶν ὀνομάτων, ἵνα καθ’ ὃ σημαινόμενον νυνὶ [καὶ] τέτακται διαγνῶμεν· ἀλλ’ οὐχ ὅσα δηλοῦται ⟨πάντα⟩ καταριθμητέον, ἀλλ’ ὅσα πρὸς τὴν παροῦσαν διδασκαλίαν χρήσιμα.