[2] εἰ μὲν οὖν ἐνασκηθέντες τοῖς φρονήσεως καὶ σωφροσύνης καὶ πάσης ἀρετῆς δόγμασιν ἀπερρυψάμεθα τὰς ἐκ παθῶν καὶ νοσημάτων κηλῖδας, οὐκ ἂν ἴσως ἀπηξίωσεν ὁ θεὸς ἄκρως κεκαθαρμέναις καὶ φαιδρυναμέναις αὐγοειδῶς ψυχαῖς ἐπιστήμην τῶν οὐρανίων ἢ δι’ ὀνειράτων ἢ διὰ χρησμῶν ἢ διὰ σημείων ἢ τεράτων ὑφηγεῖσθαι· ἐπεὶ δὲ τοὺς ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ἄλλων κακιῶν ἀναμαξάμενοι [στοχασμοὺς καὶ] τύπους [1] [2] [3] δυσεκπλύτους [M.488] ἔχομεν, ἀγαπᾶν χρή, κἂν εἰκόσι ⟨στοχασμοῖς⟩ δι’ αὑτῶν μίμημά τι τῆς ἀληθείας ἀνευρίσκωμεν.